TLG 0888 001 :: EUDEMUS :: Fragmentum

EUDEMUS Poet. Med.
(A.D. 1)

Fragmentum

Source: Lloyd–Jones, H., Parsons, P. (eds.), Supplementum Hellenisticum. Berlin: De Gruyter, 1983: 195.

fr. 412a: Dup. partim 0888 X01

Citation: Fragment — (line)

412A

(t)

Θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος
1ἴησιν μάθε τήνδε πρὸς ἑρπετά, ἣν Φιλομήτωρ
νικῆσαι πείρᾳ κέκρικεν Ἀντίοχος. μήου ἀπὸ ῥίζης ὁλκὴν δίδραχμον ὀρύξας
σὺν τῷ δ’ ἑρπύλλου κλῶνας ἰσορρεπέας
5σὺν δ’ ὀπὸν ἐκ πάνακος στήσας ἴσον ἠδὲ τριφύλλου
καρπὸν ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου, ἀννήσου μαράθρου τε καὶ ἄμμιος ἠδὲ σελίνου
ἐξ ἑνὸς ἓν πληρῶν σπέρματος ὀξύβαφον, σὺν δ’ ὀρόβου λείου δύο ὀξύβαφ’ ἔμπας’ ἀλεύρου,
10
πάντα δ’ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς ἰσότητι μερίζων
ἡμιδράχμοιο ῥοπὴν ὄφρ’ ἂν ἕκαστος ἔχῃ· Χίῳ δ’ ἐγκεράσας τάδε μίγματα πικρὸν ἐχίδνης
ἡμίσεως δραχμῆς ἰὸν ἀποσκεδάσεις·
15τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια καὶ σκολιοῖο
σκορπίου ἐκφεύξῃ κέντρα φέροντ’ ὀδύνας. *195